Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.232 Joseph. AJ 20.238 (English) >>Joseph. AJ 20.244

20.236διὰ τοῦτο καὶ Ὀνίας τοῦ τετελευτηκότος Ὀνίου ἐξάδελφος ὁμώνυμος τῷ πατρὶ παραγενόμενος εἰς Αἴγυπτον καὶ διὰ φιλίας ἀφικόμενος Πτολεμαίῳ τῷ Φιλομήτορι καὶ Κλεοπάτρᾳ τῇ γυναικὶ αὐτοῦ, πείθει τούτους κατὰ τὸν Ἡλιοπολίτην νομὸν δειμαμένους τῷ θεῷ ναὸν παραπλήσιον τῷ ἐν Ἱεροσολύμοις αὐτὸν ἀρχιερέα καταστῆσαι. 20.237ἀλλὰ περὶ μὲν τοῦ ἱεροῦ τοῦ κατασκευασθέντος ἐν Αἰγύπτῳ πολλάκις ἐδηλώσαμεν. δὲ Ἰάκιμος ἔτη τρία τὴν ἀρχιερωσύνην κατασχὼν ἐτελεύτησεν. διεδέξατο δʼ αὐτὸν οὐδείς, ἀλλὰ διετέλεσεν πόλις ἐνιαυτοὺς ἑπτὰ χωρὶς ἀρχιερέως οὖσα. 20.238πάλιν δὲ οἱ τῶν Ἀσαμωναίου παίδων ἔγγονοι τὴν προστασίαν τοῦ ἔθνους πιστευθέντες καὶ πολεμήσαντες Μακεδόσιν Ἰωνάθην ἀρχιερέα καθιστᾶσιν, ὃς ἦρξεν ἐνιαυτοὺς ἑπτά. 20.239τελευτήσαντος δὲ ἐξ ἐπιβουλῆς αὐτοῦ καὶ ἐνέδρας τῆς ὑπὸ Τρύφωνος μηχανηθείσης, ὡς ἀνωτέρω που προειρήκαμεν, λαμβάνει τὴν ἀρχιερωσύνην Σίμων ἀδελφὸς αὐτοῦ. 20.240καὶ τοῦτον δὲ δόλῳ παρὰ συμπόσιον ὑπὸ τοῦ γαμβροῦ διαφθαρέντα διεδέξατο παῖς Ὑρκανὸς ὄνομα ὃν κατασχόντα τὴν ἱερωσύνην πλείονα τἀδελφοῦ χρόνον ἐνιαυτῷ, τριακονταὲν ἔτη τῆς τιμῆς Ὑρκανὸς ἀπολαύσας τελευτᾷ γηραιὸς Ἰούδᾳ τῷ καὶ Ἀριστοβούλῳ κληθέντι τὴν διαδοχὴν καταλιπών. 20.241κληρονομεῖ δὲ καὶ τοῦτον ἀδελφὸς Ἀλέξανδρος, ὑπὸ νόσου μὲν τελευτήσαντα, τὴν ἱερωσύνην δὲ κατασχόντα μετὰ βασιλείας, καὶ γὰρ διάδημα πρῶτος περιέθετο Ἰούδας, ἐνιαυτὸν ἕνα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.232 Joseph. AJ 20.238 (English) >>Joseph. AJ 20.244

Powered by PhiloLogic